Click on
title of any passage numbered in red to access an English translation.
34. |
Herod's Heirs
Romanize their Territory |
26 |
Κυρίνιος δὲ τὰ
Ἀρχελάου
χρήματα ἀποδόμενος ἤδη καὶ τῶν ἀποτιμήσεων πέρας ἐχουσῶν, αἳ
ἐγένοντο τριακοστῷ καὶ ἑβδόμῳ ἔτει μετὰ
τὴν Ἀντωνίου
ἐν Ἀκτίῳ ἧτταν ὑπὸ
Καίσαρος [Augustus] (6
CE),
Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τῆς πληθύος
ἀφελόμενος τὸ ἀξίωμα τῆς τιμῆς Ἄνανον
(I) τὸν Σεθὶ καθίσταται ἀρχιερέα. |
27 |
Ἡρώδης
(Antipas)
δὲ καὶ Φίλιππος
τετραρχίαν ἑκάτερος τὴν ἑαυτοῦ παρειληφότες καθίσταντο. καὶ
Ἡρώδης Σέπφωριν
τειχίσας πρόσχημα τοῦ
Γαλιλαίου παντὸς
ἠγόρευεν αὐτὴν Αὐτοκρατορίδα
["the Emperor's city"]:
Βηθαραμφθᾶ [ = Beth Haram]
δέ, πόλις καὶ αὐτὴ τυγχάνει,
τείχει περιλαβὼν Ἰουλιάδα ἀπὸ τοῦ αὐτοκράτορος προσαγορεύει τῆς
γυναικός.* |
28 |
Φίλιππος δὲ Πανεάδα τὴν πρὸς
ταῖς πηγαῖς τοῦ Ἰορδάνου κατασκευάσας ὀνομάζει
Καισάρειαν
(Philippi),
κώμην δὲ Βηθσαϊδὰ
πρὸς λίμνῃ τῇ
Γεννησαρίτιδι πόλεως παρασχὼν ἀξίωμα πλήθει τε οἰκητόρων καὶ
τῇ ἄλλῃ δυνάμει Ἰουλίᾳ θυγατρὶ**
τῇ Καίσαρος [Augustus] ὁμώνυμον ἐκάλεσεν. |
|
--- Josephus,
Antiquities
18.26-28 |
* |
Augustus' wife's name was
actually Livia
Drusilla, but after the
emperor's death (14 CE) she assumed the name of Julia Augusta.
The fact that Antipas named Beth Haram "Julias"
indicates that it was dedicated early in the reign of her son,
Tiberius,
whom she dominated. |
** |
It is more likely
that Bethsaida was named for Augustus' wife, since he banished
his daughter in 2 CE for disgracing her family & her
husband, Tiberius, in whose reign the city was dedicated. |
35. |
The
"Sea" of Galilee & the Jordan basin |
506 |
Ἡ δὲ λίμνη Γεννησὰρ
[= the Sea
of Galilee] μὲν ἀπὸ
τῆς προσεχοῦς χώρας καλεῖται, σταδίων δ᾽ εὖρος οὖσα τεσσαράκοντα
[= 4.5 miles]
καὶ πρὸς τούτοις ἑτέρων ἑκατὸν
[= 11.5 miles]
τὸ μῆκος γλυκεῖά τε ὅμως ἐστὶ καὶ ποτιμωτάτη: |
508 |
...γένη
δὲ ἰχθύων ἐν αὐτῇ διάφορα πρὸς τοὺς ἀλλαχοῦ γεῦσίν τε καὶ ἰδέαν. |
509 |
μέση δ᾽ ὑπὸ τοῦ Ἰορδάνου
τέμνεται. καὶ δοκεῖ μὲν Ἰορδάνου πηγὴ τὸ Πάνειον, φέρεται δ᾽ ὑπὸ
γῆν εἰς τοῦτο κρυπτῶς ἐκ τῆς καλουμένης Φιάλης. |
510 |
ἡ δ᾽ ἐστὶν ἀνιόντων εἰς τὴν
Τραχωνῖτιν ἀπὸ σταδίων ἑκατὸν εἴκοσι
[= 14 miles]
Καισαρείας
(Philippi)
τῆς ὁδοῦ κατὰ τὸ δεξιὸν μέρος οὐκ
ἄπωθεν... |
515 |
ἀρχόμενος δὲ φανεροῦ ῥεύματος
ὁ Ἰορδάνης ἀπὸ τοῦδε τοῦ ἄντρου
(of Pan)
κόπτει μὲν τὰ τῆς Σεμεχωνίτιδος λίμνης
[= Huleh]
ἕλη καὶ τέλματα, διαμείψας δ᾽
ἑτέρους ἑκατὸν εἴκοσι σταδίους
[= 14 miles]
μετὰ πόλιν
Ἰουλιάδα (Bethsaida)
διεκπαίει τὴν Γεννησὰρ μέσην, ἔπειτα πολλὴν ἀναμετρούμενος
ἐρημίαν εἰς τὴν Ἀσφαλτῖτιν ἔξεισι λίμνην
[ = Dead Sea]. |
516 |
Παρατείνει δὲ τὴν Γεννησὰρ
ὁμώνυμος χώρα θαυμαστὴ φύσιν τε καὶ κάλλος: οὔτε γὰρ αὐτή τι
φυτὸν ἀρνεῖται διὰ τὴν πιότητα, καὶ πᾶν πεφυτεύκασιν
οἱ νεμόμενοι, τοῦ δ᾽ ἀέρος τὸ εὔκρατον ἁρμόζει καὶ τοῖς
διαφόροις. |
519 |
...πρὸς
γὰρ τῇ τῶν ἀέρων εὐκρασίᾳ καὶ πηγῇ διάρδεται γονιμωτάτῃ,
Καφαρναοὺμ
αὐτὴν οἱ ἐπιχώριοι καλοῦσιν... |
521 |
μῆκος δὲ τοῦ χωρίου
παρατείνει κατὰ τὸν αἰγιαλὸν τῆς ὁμωνύμου λίμνης ἐπὶ σταδίους
τριάκοντα, καὶ εὖρος εἴκοσι
[about 3 x 2 miles]. ταῦτα
μὲν οὕτως φύσεως ἔχει. |
|
--- Josephus,
Jewish War 3.506-510,
515-521 |
36. |
Tiberias: new
capital of Galilee |
36 |
Ἡρώδης δὲ ὁ τετράρχης, ἐπὶ μέγα γὰρ
ἦν τῷ
Τιβερίῳ φιλίας προελθών,
οἰκοδομεῖται πόλιν ἐπώνυμον αὐτῷ
Τιβεριάδα τοῖς κρατίστοις ἐπικτίσας
αὐτὴν τῆς
Γαλιλαίας ἐπὶ
λίμνῃ τῇ Γεννησαρίτιδι. θερμά τε οὐκ
ἄπωθέν ἐστιν ἐν κώμῃ, Ἀμμαθοὺς ὄνομα
αὐτῇ.
[= Hammath].
|
37 |
σύγκλυδες δὲ ᾤκισαν, οὐκ
ὀλίγον δὲ καὶ τὸ Γαλιλαῖον ἦν, καὶ ὅσοι μὲν ἐκ τῆς
ὑπ᾽ αὐτῷ γῆς ἀναγκαστοὶ καὶ πρὸς βίαν εἰς τὴν κατοικίαν
ἀγόμενοι, τινὲς δὲ καὶ τῶν ἐν τέλει. ἐδέξατο δὲ αὐτοῖς συνοίκους
καὶ τοὺς πανταχόθεν ἐπισυναγομένους ἄνδρας ἀπόρους, |
38 |
ἔστι δ᾽ οὓς μηδὲ σαφῶς
ἐλευθέρους, πολλά τε αὐτοὺς κἀπὶ πολλοῖς ἠλευθέρωσεν καὶ
εὐηργέτησεν ἀνάγκασμα τοῦ μὴ ἀπολείψειν τὴν πόλιν ἐπιθείς,
κατασκευαῖς τε οἰκήσεων τέλεσι τοῖς αὐτοῦ καὶ γῆς ἐπιδόσει,
εἰδὼς παράνομον τὸν οἰκισμὸν ὄντα καὶ ἀπὸ τοῦ Ἰουδαίοις πατρίου
διὰ τὸ ἐπὶ μνήμασιν, ἃ πολλὰ τῇδε ἦν, ἀνῃρημένοις τὴν ἵδρυσιν τῇ
Τιβεριάδι γενέσθαι: μιαροὺς δὲ ἐπὶ ἑπτὰ ἡμέρας εἶναι τοὺς
οἰκήτορας ἀγορεύει ἡμῖν τὸ νόμιμον. |
|
--- Josephus,
Antiquities
18.36-38 |
37. |
Antipas executes
John the Baptizer |
106 |
Τότε δὲ
καὶ
Φίλιππος,
Ἡρώδου (Antipas) δὲ ἦν ἀδελφός,
τελευτᾷ τὸν βίον εἰκοστῷ μὲν ἐνιαυτῷ τῆς
Τιβερίου ἀρχῆς [34 CE],
ἡγησάμενος δὲ αὐτὸς ἑπτὰ καὶ τριάκοντα
τῆς Τραχωνίτιδος καὶ
Γαυλανίτιδος... |
109 |
Ἐν τούτῳ δὲ
στασιάζουσιν Ἀρέτας τε
ὁ Πετραῖος βασιλεὺς
καὶ Ἡρώδης
διὰ τοιαύτην αἰτίαν: Ἡρώδης ὁ τετράρχης γαμεῖ τὴν Ἀρέτα
θυγατέρα καὶ συνῆν χρόνον ἤδη πολύν... |
110 |
ἐρασθεὶς δὲ
Ἡρωδιάδος τῆς
τούτου [=Rus]
γυναικός, θυγάτηρ δὲ ἦν
Ἀριστοβούλου
καὶ οὗτος (half-)ἀδελφὸς αὐτῶν,
Ἀγρίππου δὲ
ἀδελφὴ τοῦ μεγάλου, τολμᾷ λόγων ἅπτεσθαι περὶ γάμου. καὶ
δεξαμένης συνθῆκαι γίνονται μετοικίσασθαι παρ᾽ αὐτόν, ὁπότε ἀπὸ
Ῥώμης παραγένοιτο. ἦν δὲ
ἐν ταῖς συνθήκαις ὥστε καὶ τοῦ Ἀρέτα τὴν θυγατέρα ἐκβαλεῖν... |
113 |
ὁ
(Aretas)
δὲ ἀρχὴν ἔχθρας ταύτην
ποιησάμενος περί τε ὅρων ἐν γῇ τῇ
Γαμαλικῇ, καὶ
δυνάμεως ἑκατέρῳ συλλεγείσης εἰς πόλεμον καθίσταντο στρατηγοὺς
ἀπεσταλκότες ἀνθ᾽ ἑαυτῶν. |
114 |
καὶ μάχης γενομένης διεφθάρη
πᾶς ὁ Ἡρώδου στρατὸς προδοσίας αὐτῷ γενομένης ὑπ᾽ ἀνδρῶν φυγάδων,
οἳ ὄντες ἐκ τῆς Φιλίππου τετραρχίας Ἡρώδῃ συνεστράτευον... |
117 |
κτείνει γὰρ δὴ τοῦτον Ἡρώδης
(Antipas)
ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις
κελεύοντα ἀρετὴν ἐπασκοῦσιν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ
καὶ
πρὸς
τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι: οὕτω γὰρ δὴ
καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φανεῖσθαι μὴ ἐπί τινων ἁμαρτάδων
παραιτήσει χρωμένων, ἀλλ᾽ ἐφ᾽ ἁγνείᾳ τοῦ σώματος, ἅτε δὴ καὶ τῆς
ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης. |
118 |
καὶ τῶν ἄλλων συστρεφομένων,
καὶ γὰρ ἥσθησαν ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων, δείσας
Ἡρώδης (Antipas)
τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς
ἀνθρώποις μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι, πάντα γὰρ ἐῴκεσαν
συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται πρίν τι
νεώτερον ἐξ αὐτοῦ γενέσθαι προλαβὼν ἀνελεῖν τοῦ μεταβολῆς
γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. |
119 |
καὶ
ὁ μὲν ὑποψίᾳ τῇ Ἡρώδου δέσμιος εἰς τὸν
Μαχαιροῦντα
(in Perea)
πεμφθεὶς τὸ προειρημένον φρούριον ταύτῃ κτίννυται. τοῖς δὲ
Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον ἐπὶ τῷ
στρατεύματι γενέσθαι
(in 36 CE)
τοῦ θεοῦ κακῶσαι. |
|
--- Josephus,
Antiquities
18.106-119 |
* |
Rus: Herod
the Great's fourth son,
whose given name was also Herod. |
38. |
Agrippa replaces
Antipas |
178 |
[In 36 CE]
Κἀν τούτῳ κατήγορος
Ἡρώδου
(Antipas) τοῦ τετραρχοῦντος
Ἀγρίππας
( I )
υἱὸς
Ἀριστοβούλου,
ὃν ὁ πατὴρ Ἡρώδης
ἀπέκτεινεν, παραγίνεται πρὸς
Τιβέριον. τοῦ
δὲ μὴ προσδεξαμένου τὴν κατηγορίαν μένων ἐπὶ Ῥώμης τούς τε
ἄλλους τῶν γνωρίμων ἐθεράπευεν καὶ μάλιστα τὸν
Γερμανικοῦ
παῖδα Γάιον
(Caligula) ἰδιώτην ἔτι ὄντα.
|
179 |
καὶ δή ποτε ἑστιῶν αὐτὸν τά
τε ἄλλα ποικίλως ἐφιλοφρονεῖτο καὶ τελευταῖον τὰς χεῖρας
ἀνατείνας φανερῶς ηὔξατο θᾶττον αὐτὸν θεάσασθαι
[Caligula]
τῶν ὅλων δεσπότην ἀποθανόντος
Τιβερίου. |
180 |
τοῦτό τις τῶν οἰκετῶν αὐτοῦ
διαγγέλλει τῷ Τιβερίῳ, καὶ ὃς ἀγανακτήσας εἵργνυσιν τὸν Ἀγρίππαν
καὶ μετ᾽ αἰκίας εἶχεν αὐτὸν ἐπὶ μῆνας ἓξ ἐν δεσμωτηρίῳ, μέχρις
αὐτὸς [Tiberius]
ἐτελεύτησεν (in March 37 CE)
ἡγεμονεύσας ἔτη δύο πρὸς τοῖς εἴκοσι καὶ τρεῖς ἡμέρας ἐπὶ μησὶν
ἕξ. |
181 |
Ἀποδειχθεὶς δὲ Γάιος Καῖσαρ
ἀνίησίν τε τῶν δεσμῶν τὸν Ἀγρίππαν καὶ τῆς
Φιλίππου
τετραρχίας, θνήσκει γὰρ οὗτος, καθίστησι βασιλέα. [In
39 CE]
παραγενόμενος δὲ εἰς τὴν ἀρχὴν
Ἀγρίππας φθόνῳ τὰς Ἡρώδου τοῦ τετράρχου διήγειρεν ἐπιθυμίας. |
182 |
>ἐνῆγε δὲ μάλιστα τοῦτον εἰς
ἐλπίδα βασιλείας [Agrippa's
sister]
Ἡρωδιὰς ἡ γυνὴ
κατονειδίζουσα τὴν ἀργίαν καὶ φαμένη παρὰ τὸ μὴ βούλεσθαι πλεῖν
ἐπὶ Καίσαρα στερίσκεσθαι μείζονος ἀρχῆς: ὅπου μὲν γὰρ Ἀγρίππαν
ἐξ ἰδιώτου βασιλέα πεποίηκεν, ἦπου γ᾽ ἂν ἐκεῖνον διστάσειεν ἐκ
τετράρχου; τούτοις ἀναπεισθεὶς Ἡρώδης ἧκεν πρὸς Γάιον, |
183 |
>ὑφ᾽ οὗ τῆς πλεονεξίας
ἐπιτιμᾶται φυγῇ εἰς Γαλλίαν: ἠκολούθησεν γὰρ αὐτῷ κατήγορος
Ἀγρίππας, ᾧ καὶ τὴν τετραρχίαν τὴν ἐκείνου προσέθηκεν Γάιος. καὶ
Ἡρώδης μὲν ἐν Γαλλίᾳ συμφυγούσης αὐτῷ καὶ τῆς γυναικὸς τελευτᾷ.
|
|
--- Josephus,
Jewish
War 2.178-183 |
|