Click on
title of any passage numbered in red to access an English translation.
22. |
Herod crushes
Opposition in Galilee [38 BCE] |
414 |
[During the winter of 38-39 BCE
Herod]
διελθὼν δὲ εἰς
Σέπφωριν [in Galilee]
νίφοντος τοῦ θεοῦ
καὶ τῶν
Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς
ἐπιτηδείοις. |
415 |
εἶτ᾽ ἐκεῖθεν [Sepphoris]
λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπ᾽ αὐτοὺς ἴλην
ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς:
|
416 |
ἔγγιστα δ᾽ ἦν ταῦτα κώμης
Ἀρβήλων λεγομένης [= khirbet Irbid,
between Capernaum
and Tiberias].
εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ... |
417 |
...καὶ προσάγεται μὲν πᾶσαν
τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων... |
422 |
ἦν δ᾽ ἐν ὄρεσιν τὰ σπήλαια
τελέως ἐξερρωγόσιν καὶ κατὰ
τὸ μεσαίτατον ἀποκρήμνους ἔχοντα τὰς παρόδους καὶ πέτραις
ὀξείαις ἐμπεριεχόμενα: |
423 |
ἐν δὴ τούτοις μετὰ πάντων τῶν
οἰκείων ἐφώλευον. ὁ δὲ βασιλεὺς λάρνακας ἐπ᾽ αὐτοὺς πηξάμενος
καθίει ταύτας σιδηραῖς ἁλύσεσιν ἐκδεδεμένας διὰ μηχανῆς ἀπὸ
κορυφῆς
τοῦ ὄρους.... |
424 |
αἱ δὲ λάρνακες πλήρεις
ὁπλιτῶν ὑπῆρχον ἅρπας μεγάλας ἐχόντων, αἷς ἔμελλον ἐπισπώμενοι
τοὺς ἀνθεστῶτας τῶν λῃστῶν κτείνειν καταφερομένους.... |
430 |
...τὰ μὲν οὖν σπήλαια τούτων
γενομένων ἤδη πάντα ἐκεχείρωτο. |
431 |
Καταστήσας δ᾽ ὁ βασιλεὺς τοῖς
αὐτόθι στρατηγὸν Πτολεμαῖον εἰς
Σαμάρειαν ᾤχετο
... |
432 |
οὐ μὴν τῷ Πτολεμαίῳ
προυχώρησεν τὰ κατὰ τὴν στρατηγίαν, ἀλλ᾽ οἱ καὶ πρότερον τὴν
Γαλιλαίαν ταράξαντες ἐπεξελθόντες αὐτὸν διεχρήσαντο... |
433 |
τιμωρεῖται δὲ τούτους Ἡρώδης
ἐπανελθών: τοὺς
μὲν γὰρ ἀναιρεῖ τῶν ἀποστάντων, τοὺς δ᾽ ἀναφυγόντας εἰς
ἐρυμνὰ χωρία πολιορκίᾳ παραστησάμενος αὐτούς τε ἀπέκτεινεν καὶ
τὰ ἐρύματα κατέσκαψεν. ἐζημίωσε δὲ παύσας οὕτως τὴν
νεωτεροποιίαν καὶ τὰς πόλεις ἑκατὸν ταλάντοις. |
|
--- Josephus,
Antiquities
14.414-433 |
23. |
Herodians
slaughter Opponents in Judea |
450 |
[In 37
BCE] καὶ μετὰ τοῦτο ἀποστάντες
Γαλιλαῖοι τῶν
παρὰ σφίσι δυνατῶν τοὺς τὰ
Ἡρώδου φρονοῦντας
ἐν τῇ λίμνῃ
[= Sea
of Galilee] κατεπόντωσαν καὶ τῆς
Ἰουδαίας πολλὰ
ἐνεωτερίσθη... |
479 |
καὶ πάντα εὐθὺς φόνων
ἦν ἀνάπλεα τῶν μὲν Ῥωμαίων ἐπὶ τῇ τριβῇ
τῆς πολιορκίας
(of Jerusalem)
διωργισμένων, τοῦ δὲ περὶ Ἡρώδην Ἰουδαϊκοῦ μηδὲν ὑπολιπεῖν
σπεύδοντος ἀντίπαλον. |
480 |
ἐσφάττοντο δὲ παμπληθεῖς ἔν
τε τοῖς στενωποῖς καὶ κατὰ τὰς οἰκίας συνωθούμενοι καὶ τῷ ναῷ
προσφεύγοντες, ἦν
τε οὔτε νηπίων οὔτε γήρως ἔλεος οὔτε ἀσθενείας γυναικῶν
φειδώ, ἀλλὰ καίτοι περιπέμποντος τοῦ βασιλέως καὶ φείδεσθαι
παρακαλοῦντος οὐδεὶς ἐκράτησεν τῆς δεξιᾶς, ἀλλ᾽ ὥσπερ μεμηνότες
πᾶσαν ἡλικίαν ἐπεξῄεσαν. |
|
--- Josephus,
Antiquities
14.450, 479-480 |
24. |
Herod's Tactics
to pacify Jews |
365 |
Τότε
[about 20 BCE]
καὶ τὸ τρίτον μέρος
[Herod]
ἀφῆκε τῶν φόρων τοῖς ἐν τῇ βασιλείᾳ, πρόφασιν μὲν ὡς ἀναλάβοιεν
ἐκ τῆς ἀφορίας, τὸ δὲ πλέον ἀνακτώμενος ἔχοντας δυσμενῶς: κατὰ
γὰρ τὴν ἐξεργασίαν τῶν τοιούτων ἐπιτηδευμάτων ὡς ἂν λυομένης
αὐτοῖς τῆς εὐσεβείας καὶ μεταπιπτόντων τῶν ἐθῶν χαλεπῶς ἔφερον,
καὶ λόγοι δὲ πόντων ἐγίνοντο παροξυνομένων ἀεὶ καὶ ταραττομένων. |
366 |
ὁ [Herod]
δὲ καὶ πρὸς τὸ τοιοῦτον πολλὴν
τὴν ἐπιμέλειαν ἐπῆγεν, ἀφαιρούμενος μὲν τὰς εὐκαιρίας, ἐπιτάττων
δ᾽ ἀεὶ γίνεσθαι πρὸς τοῖς πόνοις, ἦν δ᾽ οὔτε σύνοδος ἐφειμένη
τοῖς περὶ τὴν πόλιν οὔτε κοινωνία περιπάτου καὶ διαίτης, ἀλλ᾽
ἐτετήρητο τὰ πάντα... |
368 |
τοὺς μὲν οὖν παντάπασιν
ἐξαυθαδιζομένους πρὸς τὸ μὴ συμπεριφέρεσθαι τοῖς ἐπιτηδεύμασιν
πάντας ἐπεξῄει τοὺς τρόπους, τὸ δ᾽ ἄλλο πλῆθος ὅρκοις ἠξίου πρὸς
τὴν πίστιν ὑπάγεσθαι καὶ συνηνάγκαζεν ἐνώμοτον αὐτῷ τὴν εὔνοιαν
ἦ μὴν διαφυλάξειν ἐπὶ τῆς ἀρχῆς ὁμολογεῖν. |
369 |
οἱ μὲν οὖν πολλοὶ κατὰ
θεραπείαν καὶ δέος εἶκον οἷς ἠξίου, τοὺς δὲ φρονήματος
μεταποιουμένους καὶ δυσχεραίνοντας ἐπὶ τῷ καταναγκάζεσθαι πάντα
τρόπον ἐκποδὼν ἐποιεῖτο. |
370 |
συνέπειθεν δὲ καὶ τοὺς περὶ
Πολλίωνα [Abtalion]
τὸν Φαρισαῖον καὶ Σαμαίαν
[Shemaiah]
καὶ τῶν ἐκείνοις
συνδιατριβόντων τοὺς πλείστους ὀμνύειν: οἱ δ᾽ οὔτε συνεχώρησαν
οὔθ᾽ ὁμοίως τοῖς ἀρνησαμένοις ἐκολάσθησαν ἐντροπῆς διὰ τὸν
Πολλίωνα τυχόντες. |
371 |
ἀφείθησαν δὲ ταύτης τῆς
ἀνάγκης καὶ οἱ παρ᾽ ἡμῖν
Ἐσσαῖοι
καλούμενοι... |
|
--- Josephus,
Antiquities
15.365-371 |
25. |
Herod enlarges
the Temple |
380 |
Τότε
[20 BCE] δ᾽
οὖν ὀκτωκαιδεκάτου τῆς
Ἡρώδου βασιλείας γεγονότος
ἐνιαυτοῦ...ἔργον οὐ τὸ τυχὸν ἐπεβάλετο,
τὸν νεὼν
τοῦ θεοῦ
δι᾽ αὐτοῦ κατασκευάσασθαι μείζω τε
τὸν περίβολον καὶ πρὸς ὕψος
ἀξιοπρεπέστερον ἐγείρειν, ἡγούμενος
ἁπάντων αὐτῷ τῶν πεπραγμένων
περισημότερον, ὥσπερ ἦν, ἐκτελεσθήσεσθαι
τοῦτο καὶ πρὸς αἰώνιον μνήμην ἀρκέσειν.
|
|
--- Josephus,
Antiquities
15.380 |
26. |
Custody of High
Priest's Robes |
403 |
Κατὰ δὲ τὴν βόρειον πλευρὰν
ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐτετείχιστο διάφορος ἐχυρότητι.
ταύτην οἱ πρὸ Ἡρώδου
τοῦ Ἀσαμωναίων
γένους βασιλεῖς καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν
[Heb. "Bira" = "fortress"] ἐκάλεσαν, ὡς ἐκεῖ τὴν ἱερατικὴν αὐτοῖς
ἀποκεῖσθαι στολήν, ἣν ὅταν δέῃ θύειν τότε μόνον ὁ ἀρχιερεὺς
ἀμφιέννυται. |
404 |
ταύτην Ἡρώδης ὁ βασιλεὺς
ἐφύλαξεν ἐν τῷ τόπῳ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὸ Ῥωμαίοις
ἦν μέχρι τῶν
Τιβερίου Καίσαρος χρόνων [in 36 CE]... |
408 |
πρότερον δ᾽ ἦν ὑπὸ σφραγῖδα
τοῦ ἀρχιερέως καὶ τῶν γαζοφυλάκων, καὶ πρὸ μιᾶς ἡμέρας τῆς
ἑορτῆς ἐπὶ τὸν Ῥωμαίων φρούραρχον ἀναβαίνοντες οἱ γαζοφύλακες
καὶ καταμανθάνοντες τὴν ἑαυτῶν σφραγῖδα τὴν στολὴν ἐλάμβανον.
εἶτ᾽ αὖθις τῆς ἑορτῆς παρελθούσης
εἰς
τὸν αὐτὸν κομίσαντες τόπον καὶ τῷ φρουράρχῳ δείξαντες
σύμφωνον τὴν σφραγῖδα κατετίθεντο. |
|
--- Josephus,
Antiquities
15.403-404, 408 |
27. |
Attempt to Purge
Herod's Temple [4 BCE] |
149 |
Ἦν Ἰούδας
ὁ Σαριφαίου καὶ Ματθίας ὁ Μεργαλώθου
Ἰουδαίων λογιώτατοι καὶ παρ᾽ οὕστινας
ἐξηγηταὶ τῶν πατρίων νόμων
[= Torah],
ἄνδρες καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν
τοῦ νεωτέρου: ὁσημέραι γὰρ διημέρευον
αὐτοῖς πάντες οἷς προσποίησις ἀρετῆς
ἐπετετήδευτο.
|
150 |
[In
4 BCE] οἵ τε πυνθανόμενοι τοῦ
βασιλέως τὴν νόσον θεραπεύειν ἄπορον οὖσαν ἐξῆραν τὸ νεώτερον,
ὥστε ὁπόσα παρὰ νόμον
τοῦ πατρίου κατεσκεύαστο ἔργα ὑπὸ τοῦ βασιλέως
(they said)
ταῦτα καθελόντες εὐσεβείας ἀγωνίσματα παρὰ τῶν νόμων φέρεσθαι:
καὶ γὰρ δὴ διὰ τὴν τόλμαν αὐτῶν παρ᾽ ὃ διηγόρευεν ὁ νόμος τῆς
ποιήσεως τά τε ἄλλα αὐτῷ [Herod]
συντυχεῖν, ...καὶ δὴ καὶ τὴν νόσον... |
155 |
Καὶ οἱ μὲν τοιούτοις λόγοις
ἐξῆραν τοὺς νέους. ἀφικνεῖται δὲ λόγος εἰς αὐτοὺς τεθνάναι
φράζων τὸν βασιλέα καὶ συνέπραττε τοῖς σοφισταῖς. καὶ μέσης
ἡμέρας ἀνελθόντες κατέσπων τε καὶ πελέκεσιν ἐξέκοψαν τὸν ἀετὸν
πολλῶν ἐν τῷ ἱερῷ διατριβόντων. |
156 |
καὶ ὁ στρατηγὸς τοῦ βασιλέως,
ἀγγέλλεται γὰρ ἡ ἐπιχείρησις πρὸς αὐτόν, ἀπὸ μείζονος διανοίας ἢ
ἐπράσσετο ὑπολαβὼν ἄνεισι χεῖρα πολλὴν ἀγόμενος, ὁπόσοι
ἀνθέξοιεν
τῷ πλήθει τῶν πειρωμένων καθαιρεῖν τὸ ἀνάθημα,... |
157 |
τῶν τε νέων οὐκ ἐλάσσους
τεσσαράκοντα ἀνδρῶν, οἳ θάρσει ἔμενον ἐπιόντα ἐς φυγὴν τοῦ
λοιποῦ πλήθους καταστάντος, λαμβάνει καὶ τοὺς εἰσηγητὰς τοῦ
τολμήματος Ἰούδαν καὶ Ματθίαν ἄδοξον ἡγουμένους ὑποχωρεῖν τὴν
ἔφοδον αὐτοῦ, καὶ ἀνήγαγεν ἐπὶ τὸν βασιλέα... |
160 |
...βασιλεὺς
δὲ αὐτοὺς καταδήσας μετέπεμπεν εἰς
Ἱεριχοῦντα
Ἰουδαίων τοὺς ἐν τέλει,... |
167 |
...Ἡρώδης
δὲ τόν τε Ματθίαν ἐπεπαύκει τῆς ἀρχιερωσύνης καὶ τὸν ἕτερον
Ματθίαν, ὃς ἐγηγέρκει τὴν στάσιν, καὶ ἄνδρας ἐκ τῶν ἑταίρων
αὐτοῦ ἔκαυσεν ζώους. καὶ ἡ σελήνη δὲ τῇ αὐτῇ νυκτὶ ἐξέλιπεν. |
|
--- Josephus,
Antiquities
17.149-157, 165 |
28. |
Herod's Death
[4 BCE] |
174 |
ἀφικομένων προστάγματι τῷ
αὐτοῦ [Herod at Jericho]
Ἰουδαίων ἀνδρῶν παντὸς τοῦ ἔθνους ὁποίποτε ἀξιολόγων: πολλοὶ δὲ
ἐγένοντο ὡς τοῦ παντὸς ἔθνους κατακεκλημένου καὶ πάντων
ἀκροασαμένων τοῦ διατάγματος, εἰς γὰρ θάνατον ἦν ἀνακείμενα τοῖς
ἀλογήσασι τῶν ἐπιστολῶν ἐμμαινομένου πᾶσιν τοῦ βασιλέως ὁμοίως
τοῖς τε ἀναιτίοις καὶ παρεσχηκόσιν αἰτίαν: |
175 |
συγκλείσας αὐτοὺς πάντας ἐν
τῷ ἱπποδρόμῳ τήν τε
ἀδελφὴν
αὐτοῦ Σαλώμην
καὶ τὸν ἄνδρα αὐτῆς Ἀλεξᾶν μεταπέμψας... |
176 |
οὐ γὰρ ἀποσκοποῦν τὴν
Ἰουδαίων διάνοιαν, ὡς εὐκτὸς αὐτοῖς καὶ πάνυ κεχαρισμένος ὁ
θάνατος αὐτοῦ διὰ τὸ καὶ ζῶντος ἐπὶ ἀποστάσει ἐπείγεσθαι καὶ
ὕβρει τῶν ὑπ᾽ αὐτοῦ προτιθεμένων... |
178 |
ἐπὰν οὖν, (Herod
ordered Salome and Alexas),
θεάσωνται τὴν ψυχὴν ἀφέντα αὐτόν,
περιστήσαντας τῷ ἱπποδρόμῳ τὸ στρατιωτικὸν ἀγνοοῦν ἔτι τὸν
θάνατον αὐτοῦ, μὴ γὰρ πρότερον εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν ἢ
τάδε πρᾶξαι κελεύειν, ἀκοντίσαι τοὺς ἐγκαθειργμένους, καὶ πάντας
τοῦτον ἀνελόντας τὸν τρόπον διχόθεν αὐτὸν οὐχ ἁμαρτήσαντας τοῦ
εὐφρανοῦντος, κυρώσει τε ὧν ἐπιστείλειεν αὐτοῖς μέλλων τελευτᾶν
καὶ τῷ πένθει ἀξιολόγῳ τετιμῆσθαι.
... |
191 |
ταῦτα πράξας ἡμέρᾳ πέμπτῃ
μεθ᾽ ὃ
Ἀντίπατρον κτείνει τὸν υἱὸν τελευτᾷ, βασιλεύσας μεθ᾽ ὃ μὲν
ἀνεῖλεν Ἀντίγονον
ἔτη τέσσαρα καὶ τριάκοντα, μεθ᾽ ὃ δὲ ὑπὸ Ῥωμαίων ἀπεδέδεικτο
ἑπτὰ καὶ τριάκοντα, ἀνὴρ ὠμὸς εἰς πάντας ὁμοίως καὶ ὀργῆς μὲν
ἥσσων κρείσσων δὲ τοῦ δικαίου, τύχῃ δὲ εἰ καί τις ἕτερος
κεχρημένος εὐμενεῖ... |
193 |
Σαλώμη δὲ καὶ Ἀλεξᾶς πρὶν
ἔκπυστον γενέσθαι τὸν θάνατον τοῦ βασιλέως τοὺς ἐπὶ τὸν
ἱππόδρομον κατακεκλημένους ἐκπέμπονται ἐπὶ τὰ αὐτῶν,... |
|
--- Josephus,
Antiquities
17.174-178, 191-193 |
|