[ Jesus & Christians ] [ English translation ] IHO Index ] [ Search ] [ Rabbis ] Targum & Midrash  ]

Click on title of any passage numbered in red to access an English translation.

195. Root of Wisdom
6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;
καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
8 εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα,
καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.
9 <κύριος αὐτὸς ἔκτισεν αὐτὴν...
καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,
10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,
καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.
  --- Septuagint, Sirach 1:6-10

196. Limit to Human Understanding
21 χαλεπώτερά σου μὴ ζήτει
καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε·
22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ,
οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν.
23 <ἐν τοῖς περισσοῖς τῶν ἔργων σου μὴ περιεργάζου·
πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.
24 πολλοὺς γὰρ ἐπλάνησεν ἡ ὑπόλημψις αὐτῶν,
καὶ ὑπόνοια πονηρὰ ὠλίσθησεν διανοίας αὐτῶν.
  --- Septuagint, Sirach 3:21-24

197. The Scholar's Life
1 Πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ
καὶ διανοουμένου ἐν νόμῳ ὑψίστου,
σοφίαν πάντων ἀρχαίων ἐκζητήσει
καὶ ἐν προφητείαις ἀσχοληθήσεται,
2 διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει
καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται,
3 ἀπόκρυφα παροιμιῶν ἐκζητήσει
καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται.
4 ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει
καὶ ἔναντι ἡγουμένων ὀφθήσεται·
ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται,
ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν.
5 τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς κύριον τὸν ποιήσαντα αὐτὸν
καὶ ἔναντι ὑψίστου δεηθήσεται·
καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ
καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται.
6 ἐὰν κύριος ὁ μέγας θελήσῃ,
πνεύματι συνέσεως ἐμπλησθήσεται·
αὐτὸς ἀνομβρήσει ῥήματα σοφίας αὐτοῦ
καὶ ἐν προσευχῇ ἐξομολογήσεται κυρίῳ·
7 αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην
καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται·
8 αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ
καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται.
9 αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί,
καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται·
οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ,
καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν·
10 τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη,
καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία·
11 ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι,
καὶ ἐὰν ἀναπαύσηται, ἐκποιεῖ αὐτῷ.
  --- Septuagint, Sirach 39:1-11

[ Jesus & Christians ] [ English translation ] IHO Index ] [ Search ] [ Rabbis ] Targum & Midrash  ]

Perspective on the World of Jesus

with new translations from primary texts

Copyright © 1999-2023 by Mahlon H. Smith
All rights reserved.

an American Theological Library Association Selected Religion Website 
OCLC World catalog no. 62046512

[Hypertext links to this web page are invited. Brief quotations may be used in scholarly reviews and research providing the author is credited & the URL for this web page properly noted. But the text as a whole may not be posted or reproduced elsewhere without express written permission of the author.]