Click on
title of any passage numbered in red to access an English translation.
29. |
Herod's Last Will |
188 |
[In 4 BCE just before Herod
died] Τὰς δὲ διαθήκας αὖθις μετέγραφεν μεταβολῆς
αὐτῷ περὶ τὴν διάνοιαν γενομένης,
Ἀντίπαν μέν, ᾧ
τὴν βασιλείαν καταλελοίπει, τετράρχην καθιστὰς
Γαλιλαίας τε καὶ
Περαίας,
Ἀρχελάῳ δὲ τὴν
βασιλείαν [of Judea]
χαριζόμενος, |
189 |
τὴν δὲ
Γαυλωνῖτιν καὶ
Τραχωνῖτιν καὶ Βαταναίαν καὶ
Πανιάδα
Φιλίππῳ παιδὶ μὲν
τῷ αὐτοῦ Ἀρχελάου
δὲ ἀδελφῷ γνησίῳ*
τετραρχίαν εἶναι... |
195 |
εἶτα μέντοι Πτολεμαῖος τὸν
σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος
τὰς διαθήκας ἀνέλεγεν, αἳ
λήψεσθαι κύρωσιν οὐκ ἄλλως ἔμελλον ἢ
Καίσαρος
[Augustus]ἐντυχόντος αὐταῖς. |
|
--- Josephus,
Antiquities
17.188-189, 195 |
* |
full-brother: error for
"half-brother." In listing Herod's
wives & their sons,
Josephus presents Archelaus & Antipas as sons of the
Samaritan Malthace (& hence full-brothers) & Philip as
son of Cleopatra of Jerusalem.
Since Herod had 16 children by 8 of his 10 wives, Josephus'
momentary confusion regarding his heirs' exact relationship is
understandable. |
30. |
Temple Massacre
[Spring 4 BCE] |
213 |
Ἐνστάσης δὲ κατὰ τόνδε τὸν
καιρὸν ἑορτῆς, ἐν ᾗ Ἰουδαίοις ἄζυμα προτίθεσθαι πάτριον: φάσκα
δ᾽ ἡ ἑορτὴ καλεῖται ὑπόμνημα οὖσα τῆς ἐξ Αἰγύπτου ἀπάρσεως αὐτῶν
γενομένης, καὶ θύουσιν αὐτὴν προθύμως πλῆθός τε ἱερείων ὡς οὐκ
ἐν ἄλλῃ κατακόπτειν ἐστὶν αὐτοῖς νόμιμον: |
214 |
κάτεισιν δὲ πληθὺς
ἀναρίθμητος ἐκ τῆς χώρας ἤδη δὲ καὶ ἐκ τῆς ὑπερορίας ἐπὶ
θρησκείᾳ τοῦ θεοῦ, καὶ οἱ νεωτερισταὶ τοὺς περὶ τὸν Ἰούδαν τε
καὶ Ματθίαν ἐξηγητὰς
τῶν νόμων ὀδυρόμενοι συστάντες ἐν τῷ ἱερῷ τροφῆς ηὐποροῦντο
τοῖς στασιασταῖς οὐκ ὂν ἐν αἰσχύνῃ μεταιτεῖν αὐτούς. |
215 |
καὶ δείσας
Ἀρχέλαος, μὴ
καί τι δεινὸν βλαστήσειεν αὐτῶν τῇ ἀπονοίᾳ, πέμπει σπεῖράν τε
ὁπλιτῶν χιλίαρχόν τε τὴν ὁρμὴν τῶν ἐνεστηκότων πρότερον τὸν
πάντα ὅμιλον τοῦ μανιώδους αὐτῶν πλέω καταστῆναι, καὶ εἴ τινες
διάδηλοι πολὺ τῶν ἄλλων καθίσταιντο προθυμίᾳ τοῦ στασιάζειν ἐπ᾽
αὐτὸν ἀγαγεῖν. |
216 |
ἐπὶ τούτῳ οἱ στασιῶται τῶν
ἐξηγητῶν καὶ τὸ πλῆθος ἐξηγρίωσε βοῇ καὶ διακελευσμῷ χρώμενοι
ὥρμησάν τε ἐπὶ τοὺς στρατιώτας καὶ περιστάντες λεύουσιν τοὺς
πλείστους αὐτῶν. ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι
διέφυγον. καὶ τοῖς μὲν ταῦτα πράξασιν διὰ χειρῶν αὖθις ἡ θυσία
ἦν: |
217 |
Ἀρχελάῳ δὲ ἄπορον ἐδόκει
σώζεσθαι τὰ πάντα μὴ οὐκ ἀνακόψειν τὴν ἐπὶ τοιοῖσδε ὁρμὴν τῆς
πληθύος, ἐκπέμπει δὲ πᾶν τὸ στρατόπεδον οἳ τούς τε αὐτόθι
ἐσκηνωκότας κωλύοιεν τοῖς κατὰ τὸ ἱερὸν βοηθεῖν... |
218 |
καὶ εἰς μὲν τρισχιλίους
ἄνδρας ἔκτειναν οἱ ἱππεῖς: τὸ δὲ λοιπὸν ᾤχετο ἐπὶ ὄρη τὰ πλησίον
ἰόντες. ἐκήρυσσε δ᾽ Ἀρχέλαος ἀναχωρεῖν ἐπὶ τὰ αὑτῶν πᾶσιν. οἱ δὲ
ἀπῄεσαν τὴν ἑορτὴν καταλιπόντες φόβῳ κακοῦ μείζονος καίπερ
θρασεῖς ὄντες διὰ τὸ ἀπαίδευτον. |
|
--- Josephus,
Antiquities
17.213-218 |
31. |
Many Claim
Kingship [Summer 4 BCE] |
222 |
ἐπεὶ δ᾽ ἐκπλεῖ μὲν ἐπὶ τῆς
Ῥώμης Ἀρχέλαος,
Οὐάρῳ
[governor
of Syria, 6-4 BCE]
δ᾽ ἐπ᾽ Ἀντιοχείας ἐγένοντο κομιδαί, Σαβῖνος
[procurator of Syria] ἐπὶ
Ἱεροσολύμων
χωρήσας παραλαμβάνει τὰ βασίλεια [of
Herod]... |
224 |
Πλεῖ δὲ κατὰ τοῦτον τὸν
καιρὸν ἐπὶ Ῥώμης καὶ
Ἀντίπας Ἡρώδου
μὲν παῖς, ἐπὶ δ᾽ ἀντιποιήσει τῆς ἀρχῆς ὑποσχέσεσι
Σαλώμης ἠρμένος
ἐπὶ τῷ ἄρχειν καὶ πολὺ δικαιότερον Ἀρχελάου παραλήψεσθαι τὰ
πράγματα ἠξιωκὼς τῷ κατὰ τὰς προτέρας διαθήκας βασιλεὺς
ἀποπεφάνθαι, ἃς ἀσφαλεστέρας εἶναι τῶν ἐπιγραφεισῶν... |
269 |
[While Archelaus and
Antipas were in Rome:] Ἐν
τούτῳ δὲ καὶ ἕτερα μυρία θορύβων ἐχόμενα τὴν
Ἰουδαίαν
κατελάμβανεν πολλῶν πολλαχόσε οἳ κατ᾽ οἰκείων ἐλπίδας κερδῶν καὶ
Ἰουδαίων ἔχθρας ἐπὶ τὸ πολεμεῖν ὡρμημένων:
... |
271 |
Ἰούδας
δὲ ἦν Ἐζεκίου τοῦ
ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφ᾽ Ἡρώδου δὲ μεγάλοις
ληφθέντος πόνοις. οὗτος οὖν ὁ Ἰούδας περὶ
Σέπφωριν τῆς
Γαλιλαίας
συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ
ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς
περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι, |
272 |
φοβερός τε ἅπασιν ἦν ἄγων καὶ
φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ
ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν
περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας. |
273 |
Ἦν δὲ καὶ
Σίμων δοῦλος
μὲν
Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ
σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς
τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι,
|
274 |
καί τινος πλήθους συστάντος
καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων
καὶ εἶναι ἄξιος ἐλπίσας παρ᾽ ὁντινοῦν... |
278 |
Ἐπεὶ καὶ
Ἀθρόγγης ἀνὴρ οὔτε
προγόνων ἐπιφανὴς ἀξιώματι οὔτε ἀρετῆς περιουσίᾳ ἤ τινων πλήθει
χρημάτων, ποιμὴν δὲ καὶ ἀνεπιφανὴς τοῖς πᾶσιν εἰς τὰ πάντα ὤν,
ἄλλως δὲ μεγέθει σώματος καὶ τῇ κατὰ χεῖρας ἀλκῇ διαπρέπων,
ἐτόλμησεν ἐπὶ βασιλείᾳ φρονῆσαι τῷ κτώμενόν τε αὐτὴν ἡδονῆς
πλέον ὑβρίσαι καὶ θνήσκων οὐκ ἐν μεγάλοις τίθεσθαι τῆς ψυχῆς τὸ
ἐπὶ τοιοῖσδε ἀνάλωμα γενησόμενον. |
279 |
ἦσαν δὲ
αὐτῷ καὶ ἀδελφοὶ τέσσαρες μεγάλοι τε καὶ
αὐτοὶ καὶ ἐπὶ μέγα προύχειν τῇ κατὰ
χεῖρας ἀρετῇ πεπιστευμένοι, πρόεχμα
εἶναι τῆς καθέξεως τῆς βασιλείας
δοκοῦντες, λόχου τε αὐτῶν ἦρχεν ἕκαστος:
συλλέγεται γὰρ μεγάλη πληθὺς πρὸς
αὐτούς.
|
280 |
καὶ οἵδε μὲν στρατηγοὶ ἦσαν
καὶ ὑπεστράτευον αὐτῷ ὁπόσα εἰς τὰς μάχας φοιτῶντες δι᾽ αὐτῶν, ὁ
[Athronges] δὲ διάδημα περιθέμενος βουλευτήριόν τε ἦγεν ἐπὶ τοῖς
ποιητέοις καὶ
τὰ
πάντα γνώμῃ ἀνακείμενα εἶχεν τῇ αὐτοῦ. |
281 |
διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ
ἀνδρὶ ἡ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ ἃ πράσσειν ἐθέλοι μὴ
ἀποστερουμένῳ... |
285 |
Λῃστηρίων δὲ ἡ Ἰουδαία πλέως
ἦν, καὶ ὃς παρατύχοι τινῶν οἳ συστασιάσοιεν αὐτῷ βασιλεὺς
προϊστάμενος
ἐπ᾽ ὀλέθρῳ τοῦ κοινοῦ ἠπείγετο, ὀλίγα μὲν καὶ ἐπ᾽ ὀλίγοις
Ῥωμαίοις λυπηροὶ καθιστάμενοι, τοῦ δὲ ὁμοφύλου φόνον ἐπὶ
μήκιστον ἐμποιοῦντες. |
|
--- Josephus,
Antiquities
17.222-224, 269-285 |
32. |
Romans Subdue
Galilee [Summer 4 BCE] |
288 |
(In 4 BCE
Varus)
σταθείσης δ᾽ ἐν
Πτολεμαΐδι
πάσης ἤδη τῆς δυνάμεως
μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς καὶ ἑνὶ
τῶν αὐτοῦ φίλων Γαλιλαίους ἐξέπεμπεν πολεμεῖν,
οἳ ὑπὲρ τῆς Πτολεμαΐδος
[southwestern Galilee]
ἐχόμενοι κατοικοῦσιν. |
289 |
ὃς ἐμβαλὼν
(Varus' son)
τούς τε ἀντικαταστάντας εἰς μάχην
τρέπεται καὶ
Σέπφωριν
[4 mi. from Nazareth],
ἑλὼν τοὺς μὲν οἰκήτορας
ἠνδραποδίσατο, τὴν δὲ πόλιν ἐνέπρησεν... |
295 |
Οὔαρος δὲ κατὰ τὴν χώραν
πέμψας τοῦ στρατοῦ μέρος ἐπεζήτει τοὺς αἰτίους τῆς ἀποστάσεως.
καὶ σημαινομένων τοὺς μὲν ἐκόλασεν ὡς αἰτιωτάτους, εἰσὶ δ᾽ οὓς
καὶ ἀφῆκεν: ἐγίνοντο δὲ οἱ διὰ ταύτην τὴν αἰτίαν σταυρωθέντες
δισχίλιοι. |
|
--- Josephus,
Antiquities
17.288, 295 |
33. |
Roman Census
& Jewish Tax Revolt [6 CE] |
1 |
[In 6 CE]
Κυρίνιος δὲ...σὺν
ὀλίγοις ἐπὶ Συρίας παρῆν,
ὑπὸ Καίσαρος
[Augustus]
δικαιοδότης τοῦ ἔθνους
ἀπεσταλμένος καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος, |
2 |
Κωπώνιός τε
αὐτῷ συγκαταπέμπεται τάγματος τῶν ἱππέων, ἡγησόμενος Ἰουδαίων τῇ
ἐπὶ πᾶσιν ἐξουσίᾳ. παρῆν δὲ καὶ Κυρίνιος εἰς τὴν
Ἰουδαίαν προσθήκην
τῆς Συρίας γενομένην ἀποτιμησόμενός τε αὐτῶν τὰς οὐσίας καὶ
ἀποδωσόμενος τὰ
Ἀρχελάου χρήματα. |
3 |
οἱ δὲ καίπερ τὸ κατ᾽ ἀρχὰς ἐν
δεινῷ φέροντες τὴν ἐπὶ ταῖς ἀπογραφαῖς ἀκρόασιν ὑποκατέβησαν τοῦ
μὴ εἰς πλέον ἐναντιοῦσθαι πείσαντος αὐτοὺς τοῦ ἀρχιερέως
Ἰωαζάρου, Βοηθοῦ
δὲ οὗτος υἱὸς ἦν. καὶ οἱ μὲν ἡττηθέντες τοῦ Ἰωαζάρου τῶν
λόγων ἀπετίμων τὰ χρήματα μηδὲν ἐνδοιάσαντες: |
4 |
Ἰούδας δὲ
Γαυλανίτης ἀνὴρ ἐκ
πόλεως ὄνομα Γάμαλα
Σάδδωκον Φαρισαῖον προσλαβόμενος ἠπείγετο ἐπὶ ἀποστάσει,
τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν
λέγοντες καὶ τῆς ἐλευθερίας
ἐπ᾽ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος: |
5 |
ὡς παρασχὸν μὲν κατορθοῦν εἰς
τὸ εὔδαιμον ἀνακειμένης τῆς κτήσεως, σφαλεῖσιν δὲ τοῦ ταύτης
περιόντος ἀγαθοῦ τιμὴν καὶ κλέος ποιήσεσθαι τοῦ μεγαλόφρονος,
καὶ τὸ θεῖον οὐκ ἄλλως ἢ ἐπὶ συμπράξει τῶν βουλευμάτων εἰς τὸ
κατορθοῦν συμπροθυμεῖσθαι μᾶλλον, ἂν μεγάλων ἐρασταὶ τῇ διανοίᾳ
καθιστάμενοι μὴ ἐξαφίωνται πόνου τοῦ ἐπ᾽ αὐτοῖς. |
6 |
καὶ ἡδονῇ γὰρ τὴν ἀκρόασιν ὧν
λέγοιεν ἐδέχοντο
οἱ ἄνθρωποι, προύκοπτεν ἐπὶ μέγα ἡ ἐπιβολὴ τοῦ τολμήματος,
κακόν τε οὐκ ἔστιν, οὗ μὴ φυέντος ἐκ τῶνδε τῶν ἀνδρῶν καὶ
περαιτέρω τοῦ εἰπεῖν ἀνεπλήσθη τὸ ἔθνος: |
7 |
πολέμων τε ἐπαγωγαῖς οὐχ οἷον
τὸ ἄπαυστον τὴν βίαν ἔχειν, καὶ ἀποστέρησιν φίλων, οἳ καὶ
ἐπελαφρύνοιεν τὸν πόνον, λῃστηρίων τε μεγάλων ἐπιθέσεσιν καὶ
διαφθοραῖς ἀνδρῶν τῶν πρώτων, δόξα μὲν τοῦ ὀρθουμένου τῶν κοινῶν,
ἔργῳ δὲ οἰκείων κερδῶν ἐλπίσιν. |
8 |
ἐξ ὧν στάσεις τε ἐφύησαν δι᾽
αὐτὰς καὶ φόνος πολιτικός, ὁ μὲν ἐμφυλίοις σφαγαῖς μανίᾳ τῶν
ἀνθρώπων εἴς τε ἀλλήλους καὶ αὑτοὺς χρωμένων ἐπιθυμίᾳ τοῦ μὴ
λείπεσθαι τῶν ἀντικαθεστηκότων, ὁ δὲ τῶν πολεμίων, λιμός τε εἰς
ὑστάτην ἀνακείμενος ἀναισχυντίαν, καὶ πόλεων ἁλώσεις καὶ
κατασκαφαί, μέχρι
(in 70 CE)
δὴ καὶ τὸ ἱερὸν τοῦ θεοῦ ἐνείματο
πυρὶ τῶν πολεμίων ἥδε
ἡ στάσις. |
9 |
οὕτως ἄρα ἡ τῶν πατρίων
καίνισις καὶ μεταβολὴ μεγάλας ἔχει ῥοπὰς τοῦ ἀπολουμένου τοῖς
συνελθοῦσιν, εἴ γε καὶ Ἰούδας καὶ Σάδδωκος τετάρτην
φιλοσοφίαν ἐπείσακτον ἡμῖν ἐγείραντες καὶ ταύτης ἐραστῶν
εὐπορηθέντες πρός τε τὸ παρὸν θορύβων τὴν πολιτείαν ἐνέπλησαν
καὶ τῶν αὖθις κακῶν κατειληφότων ῥίζας ἐφυτεύσαντο τῷ ἀσυνήθει
πρότερον φιλοσοφίας τοιᾶσδε:
... |
23 |
Τῇ δὲ τετάρτῃ τῶν φιλοσοφιῶν
ὁ Γαλιλαῖος Ἰούδας ἡγεμὼν κατέστη, τὰ μὲν λοιπὰ πάντα
γνώμῃ τῶν Φαρισαίων ὁμολογούσῃ, δυσνίκητος δὲ τοῦ ἐλευθέρου ἔρως
ἐστὶν αὐτοῖς μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὑπειληφόσιν.
θανάτων τε ἰδέας ὑπομένειν παρηλλαγμένας ἐν ὀλίγῳ τίθενται καὶ
συγγενῶν τιμωρίας καὶ φίλων ὑπὲρ τοῦ μηδένα ἄνθρωπον
προσαγορεύειν δεσπότην. |
|
--- Josephus,
Antiquities
18.1-9, 23 |
|